Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.238 Joseph. AJ 8.243 (English) >>Joseph. AJ 8.245

8.241ταῦτα δʼ ἐγένετο οἶμαι κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ὅπως μὴ προσέχοι τοῖς τοῦ Ἰάδωνος λόγοις Ἱεροβόαμος ἐληλεγμένῳ ψευδεῖ. πορευομένῳ τοίνυν τῷ Ἰάδωνι πάλιν εἰς Ἱεροσόλυμα συμβάλλει λέων καὶ κατασπάσας αὐτὸν ἀπὸ τοῦ κτήνους ἀπέκτεινε, καὶ τὸν μὲν ὄνον οὐδὲν ὅλως ἔβλαψε, παρακαθεζόμενος δʼ ἐφύλαττε κἀκεῖνον καὶ τὸ τοῦ προφήτου σῶμα, μέχρις οὗ τινες τῶν ὁδοιπόρων ἰδόντες ἀπήγγειλαν ἐλθόντες εἰς τὴν πόλιν τῷ ψευδοπροφήτῃ. 8.242 δὲ τοὺς υἱοὺς πέμψας ἐκόμισε τὸ σῶμα εἰς τὴν πόλιν καὶ πολυτελοῦς κηδείας ἠξίωσεν ἐντειλάμενος τοῖς παισὶ καὶ αὐτὸν ἀποθανόντα σὺν ἐκείνῳ θάψαι, λέγων ἀληθῆ μὲν εἶναι πάνθʼ ὅσα προεφήτευσε κατὰ τῆς πόλεως ἐκείνης καὶ τοῦ θυσιαστηρίου καὶ τῶν ἱερέων καὶ τῶν ψευδοπροφητῶν, ὑβρισθήσεσθαι δʼ αὐτὸς μετὰ τὴν τελευτὴν οὐδὲν σὺν ἐκείνῳ ταφεὶς τῶν ὀστῶν οὐ γνωρισθησομένων. 8.243κηδεύσας οὖν τὸν προφήτην καὶ ταῦτα τοῖς υἱοῖς ἐντειλάμενος πονηρὸς ὢν καὶ ἀσεβὴς πρόσεισι τῷ Ἱεροβοάμῳ καὶτί δήποτʼ ἐταράχθης, εἰπών, ὑπὸ τῶν τοῦ ἀνοήτου λόγων;” ὡς τὰ περὶ τὸ θυσιαστήριον αὐτῷ καὶ τὴν αὑτοῦ χεῖρα διηγήσαθʼ βασιλεὺς θεῖον ἀληθῶς καὶ προφήτην ἄριστον ἀποκαλῶν, ἤρξατο ταύτην αὐτοῦ τὴν δόξαν ἀναλύειν κακουργῶν καὶ πιθανοῖς περὶ τῶν γεγενημένων χρώμενος λόγοις βλάπτειν αὐτῶν τὴν ἀλήθειαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.238 Joseph. AJ 8.243 (English) >>Joseph. AJ 8.245

Powered by PhiloLogic